Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.412 Joseph. BJ 7.419 (English) >>Joseph. BJ 7.427

7.417ἐφʼ ὧν οὐκ ἔστιν ὃς οὐ τὴν καρτερίαν καὶ τὴν εἴτε ἀπόνοιαν εἴτε τῆς γνώμης ἰσχὺν χρὴ λέγειν οὐ κατεπλάγη· 7.418πάσης γὰρ ἐπʼ αὐτοὺς βασάνου καὶ λύμης τῶν σωμάτων ἐπινοηθείσης ἐφʼ ἓν τοῦτο μόνον, ὅπως αὐτῶν Καίσαρα δεσπότην ὁμολογήσωσιν, οὐδεὶς ἐνέδωκεν οὐδὲ ἐμέλλησεν εἰπεῖν, ἀλλὰ πάντες ὑπερτέραν τῆς ἀνάγκης τὴν αὐτῶν γνώμην διεφύλαξαν, ὥσπερ ἀναισθήτοις σώμασι χαιρούσῃ μόνον οὐχὶ τῇ ψυχῇ τὰς βασάνους καὶ τὸ πῦρ δεχόμενοι. 7.419μάλιστα δʼ τῶν παίδων ἡλικία τοὺς θεωμένους ἐξέπληξεν· οὐδὲ γὰρ ἐκείνων τις ἐξενικήθη Καίσαρα δεσπότην ἐξονομάσαι. τοσοῦτον ἄρα τῆς τῶν σωμάτων ἀσθενείας τῆς τόλμης ἰσχὺς ἐπεκράτει. 7.420

Λοῦπος τότε διῴκει τὴν Ἀλεξάνδρειαν καὶ περὶ τοῦ κινήματος τούτου Καίσαρι κατὰ τάχος ἐπέστειλεν. 7.421 δὲ τῶν Ἰουδαίων τὴν ἀκατάπαυστον ὑφορώμενος νεωτεροποιίαν καὶ δείσας, μὴ πάλιν εἰς ἓν ἀθρόοι συλλεγῶσι καί τινας αὑτοῖς συνεπισπάσωνται, προσέταξε τῷ Λούππῳ τὸν ἐν τῇ Ὀνίου καλουμένῃ νεὼν καθελεῖν τῶν Ἰουδαίων. 7.422 δʼ ἐστὶν ἐν Αἰγύπτῳ καὶ διὰ τοιαύτην αἰτίαν ᾠκίσθη τε καὶ τὴν ἐπίκλησιν ἔλαβεν· 7.423Ὀνίας Σίμωνος υἱός, εἷς τῶν ἐν Ἱεροσολύμοις ἀρχιερέων, φεύγων Ἀντίοχον τὸν Συρίας βασιλέα πολεμοῦντα τοῖς Ἰουδαίοις ἧκεν εἰς Ἀλεξάνδρειαν, καὶ δεξαμένου Πτολεμαίου φιλοφρόνως αὐτὸν διὰ τὴν πρὸς Ἀντίοχον ἀπέχθειαν ἔφη σύμμαχον αὐτῷ ποιήσειν τὸ τῶν Ἰουδαίων ἔθνος, εἰ πεισθείη τοῖς ὑπʼ αὐτοῦ λεγομένοις.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.412 Joseph. BJ 7.419 (English) >>Joseph. BJ 7.427

Powered by PhiloLogic